Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.229 Joseph. AJ 16.234 (English) >>Joseph. AJ 16.239

16.232βασανιζόμενοι δὲ μᾶλλον κἀν ταῖς ἀνάγκαις ὄντες ἐπιτεινόντων ἀεὶ τῶν ὑπηρετῶν καὶ χαριζομένων τῷ Ἀντιπάτρῳ τὸ τοιοῦτον, ἔλεγον ὡς εἴη δυσμένεια πρὸς τὸν πατέρα καὶ μῖσος ἔμφυτον Ἀλεξάνδρῳ. 16.233παραινοίη δʼ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας· εἰ δʼ αὐτῷ προσέχοιεν τὸν νοῦν, περιγενομένης τῆς βασιλείας, ἣν καὶ μὴ βουλομένου τοῦ πατρὸς οὐκ ἄλλου τινὸς εἶναι, ταχὺ τὸν πρῶτον ἕξειν ἐν αὐτῇ τόπον· 16.234οὐ γὰρ μόνον διὰ τὸ γένος, ἀλλʼ ἤδη καὶ ταῖς παρασκευαῖς ἕτοιμον αὐτῷ τὸ κρατεῖν εἶναι· πολλοὶ μὲν γὰρ τῶν ἡγεμόνων, πολλοὶ δὲ τῶν φίλων συνεστᾶσιν οὐχὶ πονηροὶ πᾶν ὁτιοῦν καὶ δρᾶν καὶ πάσχειν. 16.235

Τούτων τῶν λόγων ἀκούσας Ἡρώδης ὅλος ἐγένετο τῆς ἐπηρείας καὶ τοῦ δέους, τὰ μὲν εἰς ὕβριν ῥηθέντα χαλεπῶς, τὰ δʼ εἰς ὑπόνοιαν οὐκ ἀκινδύνως ἐκλαβών, ὥστε καὶ μᾶλλον ἐξ ἀμφοτέρων ἠρεθίζετο καὶ πικρὸς ὢν ἐδεδοίκει, μὴ καί τι ταῖς ἀληθείαις συνέστηκεν ἐπʼ αὐτὸν ἰσχυρότερον φυλάξασθαι πρὸς ἐκεῖνον τὸν καιρόν. 16.236ἔνθεν οὐδʼ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπʼ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.229 Joseph. AJ 16.234 (English) >>Joseph. AJ 16.239

Powered by PhiloLogic